Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 1.119 Joseph. AJ 1.124 (English) >>Joseph. AJ 1.128

1.122

Ἦσαν δὲ τῶν Νώχου παίδων υἱοί, ὧν ἐπὶ τιμῇ τοῖς ἔθνεσι τὰ ὀνόματα ἐπετίθεσαν οἱ γῆν τινα καταλαβόντες. Ἰαφθᾶ μὲν οὖν τοῦ Νώχου παιδὸς ἦσαν ἑπτὰ υἱοί. κατοικοῦσι δὲ οὗτοι ἀπὸ Ταύρου καὶ Ἀμάνου τῶν ὀρῶν ἀρξάμενοι καὶ προῆλθον ἐπὶ μὲν τῆς Ἀσίας ἄχρι ποταμοῦ Τανάιδος, ἐπὶ δὲ τῆς Εὐρώπης ἕως Γαδείρων γῆν ἣν ἔτυχον καταλαμβάνοντες, καὶ μηδενὸς προκατῳκηκότος τὰ ἔθνη τοῖς αὑτῶν ἐκάλουν ὀνόμασιν. 1.123τοὺς γὰρ νῦν ὑφʼ Ἑλλήνων Γαλάτας καλουμένους, Γομαρεῖς δὲ λεγομένους, Γόμαρος ἔκτισε. Μαγώγης δὲ τοὺς ἀπʼ αὐτοῦ Μαγώγας ὀνομασθέντας ᾤκισεν, Σκύθας δὲ ὑπʼ αὐτῶν προσαγορευομένους. 1.124τῶν δὲ Ἰαφθᾶ παίδων Ἰαυάνου καὶ Μάδου ἀπὸ μὲν τούτου Μαδαῖοι γίνονται ἔθνος, οἳ πρὸς Ἑλλήνων Μῆδοι κέκληνται, ἀπὸ δὲ Ἰαυάνου Ἰωνία καὶ πάντες Ἕλληνες γεγόνασι. κατοικίζει δὲ καὶ Θεοβήλους Θεόβηλος, οἵτινες ἐν τοῖς νῦν Ἴβηρες καλοῦνται. 1.125καὶ Μεσχῆνοι δὲ ὑπὸ Μέσχου κτισθέντες Καππάδοκες μὲν ἄρτι κέκληνται, τῆς δὲ ἀρχαίας αὐτῶν προσηγορίας σημεῖον δείκνυται· πόλις γάρ ἐστι παρʼ αὐτοῖς ἔτι καὶ νῦν Μάζακα, δηλοῦσα τοῖς συνιέναι δυναμένοις οὕτως ποτὲ προσαγορευθὲν πᾶν τὸ ἔθνος. Θείρης δὲ Θείρας μὲν ἐκάλεσεν ὧν ἦρξεν, Ἕλληνες δὲ Θρᾷκας αὐτοὺς μετωνόμασαν. 1.126καὶ τοσαῦτα μὲν ἔθνη ὑπὸ τῶν Ἰαφέθου παίδων κατοικεῖται· Γομάρου δὲ τριῶν υἱῶν γενομένων Ἀσχανάξης μὲν Ἀσχανάξους ᾤκισεν, οἳ νῦν Ῥήγινες ὑπὸ τῶν Ἑλλήνων καλοῦνται, Ῥιφάθης δὲ Ῥιφαθαίους τοὺς Παφλαγόνας λεγομένους, Θυγράμης δὲ Θυγραμαίους, οἳ δόξαν Ἕλλησι Φρύγες ὠνομάσθησαν.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 1.119 Joseph. AJ 1.124 (English) >>Joseph. AJ 1.128

Powered by PhiloLogic